Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.212 Joseph. AJ 20.217 (English) >>Joseph. AJ 20.222

20.215

Ὡς δʼ ἤκουσεν Ἀλβῖνος διάδοχον αὐτῷ Γέσσιον Φλῶρον ἀφικνεῖσθαι, βουλόμενος δοκεῖν τι τοῖς Ἱεροσολυμίταις παρεσχῆσθαι προαγαγὼν τοὺς δεσμώτας, ὅσοι ἦσαν αὐτῶν προδήλως θανεῖν ἄξιοι, τούτους προσέταξεν ἀναιρεθῆναι, τοὺς δʼ ἐκ μικρᾶς καὶ τῆς τυχούσης αἰτίας εἰς τὴν εἱρκτὴν κατατεθέντας χρήματα λαμβάνων αὐτὸς ἀπέλυεν. καὶ οὕτως μὲν φυλακὴ τῶν δεσμωτῶν ἐκαθάρθη, χώρα δὲ λῃστῶν ἐπληρώθη. 20.216

Τῶν δὲ Λευιτῶν, φυλὴ δʼ ἐστὶν αὕτη, ὅσοιπερ ἦσαν ὑμνῳδοὶ πείθουσι τὸν βασιλέα καθίσαντα συνέδριον φορεῖν αὐτοῖς ἐπίσης τοῖς ἱερεῦσιν ἐπιτρέψαι λινῆν στολήν· πρέπειν γὰρ αὐτοῦ τοῖς τῆς ἀρχῆς χρόνοις ἔφασκον ἀφʼ ὧν μνημονευθήσεται καινοποιεῖν. 20.217καὶ τῆς ἀξιώσεως οὐ διήμαρτον· γὰρ βασιλεὺς μετὰ γνώμης τῶν εἰς τὸ συνέδριον ἐποιχομένων συνεχώρησεν τοῖς ὑμνῳδοῖς ἀποθεμένους τὴν προτέραν ἐσθῆτα φορεῖν λινῆν οἵαν ἠθέλησαν. 20.218μέρους δέ τινος τῆς φυλῆς λειτουργοῦντος κατὰ τὸ ἱερὸν καὶ τούτοις ἐπέτρεψεν τοὺς ὕμνους ἐκμαθεῖν, ὡς παρεκάλουν. πάντα δʼ ἦν ἐναντία ταῦτα τοῖς πατρίοις νόμοις, ὧν παραβαθέντων οὐκ ἐνῆν μὴ οὐχὶ δίκας ὑποσχεῖν. 20.219

Ἤδη δὲ τότε καὶ τὸ ἱερὸν ἐτετέλεστο. βλέπων οὖν δῆμος ἀργήσαντας τοὺς τεχνίτας ὑπὲρ μυρίους καὶ ὀκτακισχιλίους ὄντας καὶ μισθοφορίας ἐνδεεῖς ἐσομένους διὰ τὸ τὴν τροφὴν ἐκ τῆς κατὰ τὸ ἱερὸν ἐργασίας πορίζεσθαι,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 20.212 Joseph. AJ 20.217 (English) >>Joseph. AJ 20.222

Powered by PhiloLogic